Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἀλκμήνη· βαρὺ δʼ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
  2. μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
  3. δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
  4. πευκαλίμῃς; πῶς ἄμμʼ ἐθέλεις ὀροθυνέμεν ἄμφω
  5. κήδεʼ ἄλαστα λέγουσα; τὰ δʼ οὐ νῦν πρῶτα κέκλαυται.
  6. ἢ οὐχ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰεὶ ἐπʼ ἦμαρ
  7. γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
  8. ὅστις ἀριθμήσειεν………
  9. ……ἐφʼ ἡμετέροις ἀχέεσσι
  10. θάρσει. οὐ τοιῆσδʼ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
  11. καὶ δʼ αὐτὴν ὁρόω δε, φίλον τέκος, ἀτρύτοισιν
  12. ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
  13. ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.
    184
  14. καί σε μάλʼ ἐκπάγλως ὀλοφύρομαι ἠδʼ ἐλεαίρω,
  15. οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
  16. ὅσθʼ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
  17. ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
  18. ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσῃ
  19. δυσμενέων, μηδέν δε χερειότερον φρεσὶν ᾗσι
  20. στέργειν ἢ εἴ πέρ μοι ὑπὲκ νηδυίοφιν ἦλθες