Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
  2. ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
  3. 157
  4. εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
  5. δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
  6. ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
  7. ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
  8. οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
  9. ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
  10. πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο,
  11. πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,
  12. μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,
  13. ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
  14. ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.
  15. ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
  16. ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας,
  17. ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου
  18. δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
  19. ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
  20. ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
  21. οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες