Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς
  2. παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο·
  3. ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις,
  4. ̔Ερμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο·
  5. τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,
  6. εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
  7. ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο
  8. οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον·
  9. ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος,
  10. αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο,
  11. αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.
  12. χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
  13. αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
  14. πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι,
  15. Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην
  16. λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
  17. εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
  18. αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
  19. φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος,
  20. κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι