Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,
  2. ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον·
  3. οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις
  4. ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,
  5. ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος.
  6. τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον·
  7. οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο
  8. γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.
  9. Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
  10. Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη,
  11. 163
  12. καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος,
  13. ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ·
  14. Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,
  15. αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
  16. ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου
  17. ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
  18. νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων
  19. Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·
  20. οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα
  21. ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι.