Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν
  2. ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
  3. 126
  4. νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
  5. ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
  6. ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι
  7. λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη.
  8. ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
  9. καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
  10. ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.