Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
  2. θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν
  3. ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα.
  4. ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον
  5. Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
  6. ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
  7. θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν.
  8. καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸν
  9. ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην.