Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†,
  2. νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς
  3. ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·
  4. Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
  5. παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.
  6. σχέτλιοι οἱ φιλέοντες· ἀλώμενος ὅσσʼ ἐμόγησεν
  7. οὔρεα καὶ δρυμούς, τὰ δʼἸήσονος ὕστερα πάντʼ ἦς.
  8. ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων,
  9. ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον
  10. Ἡρακλῆα μένοντες. ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει
  11. μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
  12. οὕτω μὲν κάλλιστος Ὑλας μακάρων ἀμιθρεῖται·
  13. Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν,
  14. οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,
  15. πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.