Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
  2. βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
  3. πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
  4. Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ
  5. ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ
  6. ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις·
  7. κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος.
  8. νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
  9. δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.
  10. Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
  11. ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
  12. καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
  13. 111
  14. τρὶς μὲν Ὑλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός·
  15. τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ
  16. ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.