Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Τούτου, καθάπερ προειρήκαμεν, ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἱκανὴν περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῄει πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δέ ποτε γενομένου περὶ τοῦ δοξάσειν τὸν σοφὸν καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥόας ἐκέλευσε παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ Σφαῖρος εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλʼ ὅτι εὔλογόν ἐστι ῥόας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου. πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὔ φησι βασιλέα εἶναι, τοιοῦτον δʼ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι.

Βιβλία δὲ γέγραφε τάδε·

  • Περὶ κόσμου δύο.
  • Περὶ στοιχείων.
  • Περὶ σπέρματος.
  • Περὶ τύχης.
  • V2_286
  • Περὶ ἐλαχίστων.
  • Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα.
  • Περὶ αἰσθητηρίων.
  • Περὶ Ἡρακλείτου πέντε διατριβῶν.
  • Περὶ τῆς ἠθικῆς διατάξεως.
  • Περὶ καθήκοντος.
  • Περὶ ὁρμῆς.
  • Περὶ παθῶν δύο.
  • Περὶ βασιλείας.
  • Περὶ Λακωνικῆς πολιτείας.
  • Περὶ Λυκούργου καὶ Σωκράτους τρίς.
  • Περὶ νόμου.
  • Περὶ μαντικῆς.
  • Διαλόγους ἐρωτικούς.
  • Περὶ τῶν Ἐρετριακῶν φιλοσόφων.
  • Περὶ ὁμοίων.
  • Περὶ ὅρων.
  • Περὶ ἕξεως.
  • Περὶ τῶν ἀντιλεγομένων τρία.
  • Περὶ λόγου.
  • Περὶ πλούτου.
  • Περὶ δόξης.
  • Περὶ θανάτου.
  • Τέχνης διαλεκτικῆς δύο.
  • Περὶ κατηγορημάτων.
  • Περὶ ἀμφιβολιῶν.
  • Ἐπιστολάς.
  • Χρύσιππος Ἀπολλωνίου Σολεὺς ἢ Ταρσεύς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτʼ ἀκούσας

    V2_288
    Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν· ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα·
      ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνὴρ
    1. πλὴν εἰς Κλεάνθην· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.

    Οὕτω δʼ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι εἰ παρὰ θεοῖς ἦν [ἡ] διαλεκτική, οὐκ ἂν ἄλλη ἦν ἢ ἡ Χρυσίππειος. πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρʼ ὁντινοῦν γέγονεν, ὡς δῆλον ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά ἐστιν. ἐπλήθυνε δʼ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει χρώμενος· ὥστε καὶ ἐπειδή ποτʼ ἔν τινι τῶν συγγραμμάτων παρʼ ὀλίγον τὴν Εὐριπίδου Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη, Χρυσίππου Μήδειαν.

    Καὶ Ἀπολλόδωρος δʼ ὁ Ἀθηναῖος ἐν τῇ Συναγωγῇ τῶν δογμάτων, βουλόμενος παριστάνειν ὅτι τὰ Ἐπικούρου οἰκείᾳ δυνάμει γεγραμμένα καὶ ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ τῶν Χρυσίππου

    V2_290
    βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει· εἰ γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσʼ ἀλλότρια παρατέθειται, κενὸς αὐτῷ ὁ χάρτης καταλελείψεται. καὶ ταῦτα μὲν Ἀπολλόδωρος. ἡ δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ, ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς πεντακοσίους γράφοι στίχους ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν, τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης.

    Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ· ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρʼ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, εἰ τοῖς πολλοῖς, εἶπε προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα. πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα, πέπαυσο, εἶπε, περιέλκων τὸν πρεσβύτην ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα πρότεινε τοῖς νέοις. πάλιν δʼ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἔπειτα δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονεικεῖν, ἔφη,

      οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται·
    1. ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.

    Ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφε· ρόμενος τοῖς σκέλεσιν, ὥστʼ εἰπεῖν τὴν δούλην, Χρυσίππου μόνα τὰ σκέλη μεθύει. οὕτω δʼ ἦν φρονηματίας ὥστʼ ἐρομένου τινὸς τίνι συστήσω τὸν υἱόν; εἰπεῖν, ἐμοί· καὶ γὰρ εἰ ὑπελάμβανον

    V2_292
    εἶναί τινʼ ἐμοῦ βελτίονα, παρʼ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπʼ αὐτοῦ λεχθῆναι,
    οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι·
    καί,
    εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν στοά.

    Τέλος δʼ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ, παραγενόμενος ἐν Ἀκαδημείᾳ συνεφιλοσόφησε·

    διʼ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε, καὶ περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος.

    Τοῦτον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντʼ ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. καὶ ἔστιν ἡμῶν παίγνιον εἰς αὐτόν·

      ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν
    1. Χρύσιππος, οὐδʼ ἐφείσατο
    2. οὐ τῆς στοᾶς οὐδʼ ἧς πάτρης, οὐ τῆς ψυχῆς,
    3. ἀλλʼ ἦλθε δῶμʼ ἐς Ἀΐδεω.

    Ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιρροφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι.

    V2_294

    Δοκεῖ δʼ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν. ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάρρησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Λυκείῳ, καθάπερ καὶ ὁ προειρημένος Δημήτριος ἱστορεῖ.