Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Κλεάνθης Φανίου Ἄσσιος. οὗτος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. ἀφικόμενος δʼ εἰς Ἀθήνας τέσσαρας ἔχων δραχμάς, καθά φασί τινες, καὶ Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων. διεβοήθη δʼ ἐπὶ φιλοπονίᾳ, ὅς γε πένης ὢν ἄγαν ὥρμησε μισθοφορεῖν· καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθʼ ἡμέραν δʼ ἐν τοῖς λόγοις ἐγυμνάζετο· ὅθεν καὶ Φρεάντλης ἐκλήθη. φασὶ δʼ αὐτὸν καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦτον εὐέκτης ὢν διαζῇ· ἔπειτʼ ἀποφυγεῖν, τόν τε κηπουρὸν μάρτυρα παρασχόντα παρʼ ὃν ἤντλει,
καὶ τὴν ἀλφιτόπωλιν παρʼ ᾗ τἄλφιτα ἔπεττεν. ἀποδεξαμένους δʼ αὐτὸν τοὺς Ἀρεοπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι,
καί ποτʼ ἀθροισθὲν τὸ κέρμα ἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι, Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτʼ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δʼ ἔχοντες ὅθεν τραφήσονται παρʼ ἑτέρων ἐπιζητοῦσι τἀπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες. ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο. ἦν δὲ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶ Τίμων περὶ αὐτοῦ φησιν οὕτως·
τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν,[*](ἀνδρῶν; Diels.) μωλύτης ἐπέων φίλος[*](λίθος Diels.) Ἄσσιος, ὅλμος ἄτολμος;
Καὶ σκωπτόμενος δʼ ὑπὸ τῶν συμμαθητῶν ἠνείχετο καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων
καί ποτʼ ὀνειδιζόμενος ὡς δειλός, διὰ τοῦτο, εἶπεν, ὀλίγα ἁμαρτάνω. προκρίνων δὲ τὸν ἑαυτοῦ βίον τοῦ τῶν πλουσίων ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκεῖνοι γῆν σκληρὰν καὶ ἄκαρπον αὐτὸς ἐργάζεσθαι σκάπτων. πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν· ὧν ἀκούσας Ἀρίστων, τίνι, ἔφη, ἐπιπλήττεις; καὶ ὃς γελάσας, πρεσβύτῃ, φησί, πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή. εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα, παῦσαι, ἔφη, καὶ μὴ ψέγε· εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ. καὶ ὁ Ἀρκεσίλαος, οὐ κολακεύομαι, φησί· πρὸς ὃν ὁ Κλεάνθης, ναί, ἔφη, σὲ κολακεύω φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.
Ἐρομένου τινὸς τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ, τὸ τῆς Ἠλέκτρας, ἔφη,
σῖγα, σῖγα, λεπτὸν ἴχνος.Λάκωνός τινος εἰπόντος ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν,
αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος.φησὶ δʼ ὁ Ἑκάτων ἐν ταῖς Χρείαις, εὐμόρφου μειρακίου εἰπόντος, εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει, ἔφη, σὺ μέντοι τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον· αἱ δʼ ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα. μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο εἰ αἰσθάνεται· τοῦ δʼ ἐπινεύσαντος,
Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα,
οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ,ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος· ἐφʼ ᾧ ἀγασθέντες οἱ ἀκροαταὶ τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. μεταγινώσκοντα δʼ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δʼ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν. ἔλεγε δὲ καὶ τοὺς ἐκ τοῦ περιπάτου ὅμοιόν τι πάσχειν ταῖς λύραις, αἳ καλῶς φθεγξάμεναι αὑτῶν οὐκ ἀκούουσι. λέγεται δέ, φάσκοντος αὐτοῦ κατὰ Ζήνωνα καταληπτὸν εἶναι τὸ ἦθος ἐξ εἴδους, νεανίσκους τινὰς εὐτραπέλους ἀγαγεῖν πρὸς αὐτὸν κίναιδον ἐσκληραγωγημένον ἐν ἀγρῷ καὶ ἀξιοῦν ἀποφαίνεσθαι περὶ τοῦ ἤθους· τὸν δὲ διαπορούμενον κελεῦσαι ἀπιέναι τὸν ἄνθρωπον. ὡς δʼ ἀπιὼν ἐκεῖνος ἔπταρεν, ἔχω, εἶπεν, αὐτόν, ὁ Κλεάνθης, μαλακός ἐστι.
πρὸς δὲ τὸν μονήρη καὶ ἑαυτῷ λαλοῦντα, οὐ φαύλῳ, ἔφη, ἀνθρώπῳ λαλεῖς. ὀνειδίσαντος αὐτῷ τινος εἰς τὸ γῆρας, Κἀγώ, ἔφη, ἀπιέναι βούλομαι· ὅταν δὲ πανταχόθεν ἐμαυτὸν ὑγιαίνοντα περινοῶ καὶ γράφοντα καὶ ἀναγινώσκοντα, πάλιν μένω. τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δʼ ὢν ἐξίσχυσε, πολλῶν καὶ
Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε·
Ταῦτα αὐτῷ τὰ βιβλία.
Καὶ τελευτᾷ τόνδε τὸν τρόπον· διῴδησεν αὐτῷ τὸ οὖλον· ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν· τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλʼ εἰπόντα ἤδη αὐτῷ προωδοιπορῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, [ὀγδοήκοντα][*](ὀγδοήκοντα om. BP.) ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα.
Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως·
Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην·
- ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο
- τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν
- τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.