Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- κυανέου πόντοιο· κάλει δʼ ἐπαμυνέμεν ἄλλας
- αὐτοκασιγνήτας Νηρηίδας· αἱ δʼ ἀίουσαι
- ἤντεον ἀλλήλῃσι· Θέτις δʼ ἀγόρευεν ἐφετμὰς
- Ἥρης· αἶψα δʼ ἴαλλε μετʼ Αὐσονίην ἅλα πάσας.
- αὐτὴ δʼ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων
- ἠελίου, ὅτʼ ἄνεισι περαίης ὑψόθι γαίης,
- σεύατʼ ἴμεν λαιψηρὰ διʼ ὕδατος, ἔστʼ ἀφίκανεν
- ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.
- τοὺς δʼ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τʼ ὀιστῶν
- τερπομένους· ἡ δʼ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης
- Αἰακίδεω Πηλῆος· ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης·
- οὐδέ τις εἰσιδέειν δύνατʼ ἔμπεδον, ἀλλʼ ἄρα τῷγε
- οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε·
- ‘μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,
- ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,
- Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς
- πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν,
- νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται,
- ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.
- ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτʼ ἂν ἴδηαι