Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματʼ ἔασιν
- μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις.
- μηδὲ σύγʼ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς
- ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,
- ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,
- Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι
- νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν,
- μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν
- λεκτοὺς ἡρώων δηλήσεται. ἀλλʼ ἔχε νῆα
- κεῖσʼ, ὅθι περ τυτθή γε παραίβασις ἔσσετʼ ὀλέθρου.’
- ὧς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ·
- ‘εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι
- ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τʼ ἂν ἔγωγε
- θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος
- νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.
- ἀλλʼ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν,
- ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶ
- ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσιʼ ἀνῆπται,
- ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι.’
- ἦ, καὶ ἀναΐξασα κατʼ αἰθέρος ἔμπεσε δίναις