Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,
- μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος
- ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.
- ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην
- βήσομεν. οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν
- Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,
- ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται·
- οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν
- ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.’
- Ἴσκεν ὑποσσαίνων· ἡ δʼ οὐλοὸν ἔκφατο μῦθον·
- ‘φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοις
- καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην
- ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.
- τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων·
- αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι
- μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις.
- εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι
- οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν,
- ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,
- κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.’