Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;
  2. μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,
  3. ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτʼ ἐμεῖο,
  4. στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις
  5. οἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης
  6. αὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ
  7. σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα
  8. ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,
  9. νηλεές· ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω
  10. δὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων.’
  11. ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον· ἵετο δʼ ἥγε
  12. νῆα καταφλέξαι, διά τʼ ἔμπεδα πάντα κεάσσαι,
  13. ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δʼ Ἰήσων
  14. μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·
  15. ‘ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ.
  16. ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος,
  17. ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν
  18. εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,
  19. Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί,
  20. οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδʼ ἄγοιντο.