Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ῥοίζῳ δʼ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
- σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
- λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται·
- ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
- ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δʼ Ὀρφεὺς
- κέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς
- δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
- καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες·
- τοῖσιν δʼ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
- τρίτων εὐρυβίης, γαίης δʼ ἀνὰ βῶλον ἀείρας
- ξείνιʼ ἀριστήεσσι προΐσχετο, φώνησέν τε·
- ‘Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
- ἐνθάδε νῦν πάρʼ ἐμοὶ ξεινήιον ἀντομένοισιν.
- εἰ δέ τι τῆσδε πόρους μαίεσθʼ ἁλός, οἷά τε πολλὰ
- ἄνθρωποι χατέουσιν ἐπʼ ἀλλοδαπῇ περόωντες,
- ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου
- θῆκε Ποσειδάων τοῦδʼ ἔμμεναι. αὐτὰρ ἀνάσσω
- παρραλίης, εἰ δή τινʼ ἀκούετε νόσφιν ἐόντες
- Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.’
- ὧς ηὔδα· πρόφρων δʼ ὑπερέσχεθε βώλακι χεῖρας