Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- θαρσαλέως, ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν.
- σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα
- λυσιμελές, πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς.
- αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα
- ψύχετʼ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο
- ἥρως τʼ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.
- οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν
- κεῖσθαι ὑπʼ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας
- ἰὸς ἄφαρ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη.
- αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον
- ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας
- αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα
- μυρόμενοι· τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντες
- εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.
- ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
- ἂμ πέλαγος νοτίοιο, πόρους τʼ ἀπετεκμήραντο
- λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν
- δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.
- ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
- εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·