Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἤλυθον, Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιὼ
- Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.
- Κάνθε, σὲ δʼ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.
- πώεσι φερβομένοισι συνήντεες· εἵπετο δʼ ἀνὴρ
- αὐλίτης, ὅ σʼ ἑῶν μήλων πέρι, τόφρʼ ἑτάροισιν
- δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν
- λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γʼ ἐτέτυκτο,
- υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος
- κούρης τʼ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως
- ἐς Αιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,
- θυγατέρα σφετέρην· ἡ δʼ ἀγλαὸν υἱέα Φοίβῳ
- τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν.
- Ἀμφίθεμις δʼ ἄρʼ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ·
- ἡ δʼ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον,
- ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.
- οὐδʼ ὅγʼ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,
- ὡς μάθον οἷον ἔρεξε. νέκυν δʼ ἀνάειραν ὀπίσσω
- πευθόμενοι Μινύαι, γαίῃ δʼ ἐνὶ ταρχύσαντο
- μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγʼ ἐκόμισσαν.
- ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον