Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητʼ ἀνέμοισιν
- κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν
- υἷε δύω, πτερύγεσσι πεποιθότε. ποσσὶ δὲ κούφοις
- Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ
- ὄσσε βαλεῖν· πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.
- τὸν μὲν ἄρʼ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε
- ὦρσεν, ἵνʼ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο,
- Εἰλατίδην Πολύφημον ὅπῃ λίπε· μέμβλετο γάρ οἱ
- οὗ ἕθεν ἀμφʼ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.
- ἀλλʼ ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας
- νόστου κηδοσύνῃσιν ἔβη διζήμενος ??ργὼ
- τῆλε διʼ ἠπείροιο· τέως δʼ ἐξίκετο γαῖαν
- ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ Μοῖρʼ ἐδάμασσεν.
- καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται
- τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γʼ Ἡρακλῆα
- μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς
- τὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην
- ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι.
- ἐς δʼ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτʼ ἄλλον
- μαστῆρα στείχοντα κιχησέμεν· οἱ δὲ καὶ αὐτοὶ