Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλαν
  2. ποίην πάμπρωτον· ποίης γε μὲν ὑψόθι μακροὶ
  3. βλάστεον ὅρπηκες· μετὰ δʼ ἔρνεα τηλεθάοντα
  4. πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο.
  5. Ἑσπέρη αἴγειρος, πτελέη δʼ Ἐρυθηὶς ἔγεντο·
  6. Λἴγλη δʼ ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων
  7. δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτως
  8. ἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δʼ Λἴγλη
  9. μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας·
  10. ‘ἦ ἄρα δὴ μέγα πάμπαν ἐφʼ ὑμετέροισιν ὄνειαρ
  11. δεῦρʼ ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας
  12. φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων
  13. οἴχετʼ ἀειράμενος· στυγερὸν δʼ ἄχος ἄμμι λέλειπται.
  14. ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν
  15. καὶ δέμας· ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ·
  16. νηλής· ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος
  17. ὠμόν, ἀδέψητον· στιβαρὸν δʼ ἔχεν ὄζον ἐλαίης
  18. τόξα τε, τοῖσι πέλωρ τόδʼ ἀπέφθισεν ἰοβολήσας.
  19. ἤλυθε δʼ οὖν κἀκεῖνος, ἅ τε χθόνα πεζὸς ὁδεύων,
  20. δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδʼ ἀνὰ χῶρον,