Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἄχρις ἐπʼ ἄκνηστιν κεῖτʼ ἄπνοος· ἐκ δὲ λιπόντων
- ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν
- μυῖαι πυθομένοισιν ἐφʼ ἕλκεσι τερσαίνοντο.
- ἀγχοῦ δʼ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι
- ἀργυφέας ξανθῇσι λίγʼ ἔστενον· οἱ δʼ ἐπέλασσαν
- ἄφνω ὁμοῦ· ταὶ δʼ αἶψα κόνις καὶ γαῖα, κιόντων
- ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δʼ Ὀρφεὺς
- θεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν·
- ‘δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατʼ, ἄνασσαι,
- εἴτʼ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν,
- εἴτε καταχθονίαις, εἴτʼ οἰοπόλοι καλέεσθε
- νύμφαι· ἴτʼ ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο,
- δείξατʼ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι
- ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης
- ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν
- αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις
- δή ποτʼ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν,
- δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων
- λοιβάς τʼ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.’
- ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δʼ ἐλέαιρον