Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε
- Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν.
- τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο,
- φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας
- βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τʼ ἀνιόντος
- ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν.
- αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν
- ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν
- νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ
- ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος.
- ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης
- Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο,
- ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω
- Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω
- Καυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν.
- δείματι δʼ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν
- νηπιάχοις, οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον,
- ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.
- ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι
- καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται,