Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρʼ ἔτι νύκτωρ
  2. κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.
  3. ἔνθʼ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν.
  4. εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκʼ ἔωσαν
  5. νῆα· πολὺς δʼ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν
  6. ἦεν ἀριστήων· ἡ δʼ ἔμπαλιν ἀίσσουσα
  7. γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων
  8. θάρσυνέν τʼ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.
  9. ἦμος δʼ ἀνέρες ὕπνον ἀπʼ ὀφθαλμῶν ἐβάλοντο
  10. ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα
  11. ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς,
  12. μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν
  13. θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν·
  14. τῆμος ἄρʼ Αἰσονίδης κούρη τʼ ἀπὸ νηὸς ἔβησαν
  15. ποιήεντʼ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται
  16. εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατʼ ἔκαμψεν,
  17. νώτοισιν φορέων Μινυήιον υἷʼ Ἀθάμαντος.
  18. ἐγγύθι δʼ αἰθαλόεντα πελεν βωμοῖο θέμεθλα,
  19. ὅν ῥά ποτʼ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος,
  20. ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν