Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖς
- φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης
- αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.
- πρός σʼ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων
- καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρʼ ὑπερίσχει·
- ἀμφότερον δʼ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδʼ ἱκάνω,
- χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν
- ὑμείων στονόεντος ὑπέρτερος ἔσσομʼ ἀέθλου.
- σοὶ δʼ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς,
- ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,
- οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι
- ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες
- ἡρώων τʼ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη
- ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν·
- τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.
- δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατʼ ἀέθλων
- παρθενικὴ Μινωὶς ἐυφρονέουσʼ Ἀριάδνη,
- ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.
- ἀλλʼ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,
- σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶ