Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δʼ αὔτως
- ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος.
- γούνατα δʼ οὔτʼ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι
- ἔσθενεν, ἀλλʼ ὑπένερθε πάγη πόδας. αἱ δʼ ἄρα τείως
- ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.
- τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,
- ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,
- αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,
- νηνεμίῃ· μετὰ δʼ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο
- κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε
- μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.
- γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν
- θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον·
- ‘τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα;
- οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν
- ἀνέρες, οὐδʼ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον,
- ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη,
- ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι.
- ἀλλʼ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,
- χώρῳ ἐν ἠγαθέῳ, ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι,