Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. παίδων εἵνεκʼ ἐμεῖο; καὶ ἐκ κείνοιο δʼ ἱκάνει
  2. Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς·
  3. μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδʼ ἰοῦσα.’
  4. ὧς φάτο· τῇ δʼ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός,
  5. φοινίχθη δʼ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς
  6. εἷλεν ἰαινομένην, τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν·
  7. ‘Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται,
  8. ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι
  9. ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο,
  10. εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων
  11. σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν,
  12. κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴ
  13. φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι,
  14. ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ
  15. νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.
  16. ἀλλʼ ἴθι, κεῦθε δʼ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας
  17. λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν
  18. οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων.’
  19. ὧς ἥγʼ ἐκ θαλάμοιο πάλιν κίε, παισί τʼ ἀρωγὴν
  20. αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις