Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- λίσσομʼ ὑπὲρ μακάρων σέο τʼ αὐτῆς ἠδὲ τοκήων,
- μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι
- λευγαλέως· ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα
- εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.’
- ὧς ἄρʼ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτʼ αὐτίκα δάκρυ·
- νειόθι θʼ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν,
- σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθʼ ἐλεεινὸν
- ἄμφω ἐπʼ ἀλλήλῃσι θέσαν γόον· ὦρτο δʼ ἰωὴ
- λεπταλέη διὰ δώματʼ ὀδυρομένων ἀχέεσσιν.
- τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα·
- ‘δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷʼ ἀγορεύεις,
- ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἲ γὰρ ὄφελλεν
- ἔμπεδον εἶναι ἐπʼ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.
- ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντινʼ ὀμόσσαι
- αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θʼ ὑπένερθεν
- γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,
- μή σʼ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.’
- φῆ ἄρα· Χαλκιόπη δʼ ἠμείβετο τοῖσδʼ ἐπέεσσιν·
- ‘οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ
- ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,