Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.
- ἔμπης δʼ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,
- ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθʼ ἧμιν ὄλεθρος.’
- Ἴσκεν ἐυφρονέων· ὁ δʼ ἀμείβετο τοῖσδʼ ἐπέεσσιν·
- ‘ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.
- βάσκʼ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις
- ὄρνυθι λισσόμενος· μελέη γε μὲν ἧμιν ὄρωρεν
- ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.’
- ὧς ἔφατʼ· ὦκα δʼ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι
- γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο·
- τοῖσιν δʼ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον·
- ‘ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ
- ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ
- οὔτʼ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.
- φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι
- ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας.
- τετράγυον δʼ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·
- δώσειν δʼ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥʼ ἀνίῃσιν
- γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δʼ αὐτῷ
- χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ—οὔτι γὰρ ἄλλο