Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς
- δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν·
- ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον·
- ‘τίπτε με δειλαίην τόδʼ ἔχει ἄχος; εἴθʼ ὅγε πάντων
- φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,
- ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.
- ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο,
- οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα
- δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,
- οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.’
- ἡ μὲν ἄρʼ ὧς ἐόλητο νόον μελεδήμασι κούρη.
- οἱ δʼ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν
- τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,
- δὴ τότʼ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·
- ‘Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντινʼ ἐνίψω·
- πείρης δʼ οὐ μάλʼ ἔοικε μεθιέμεν ἐν κακότητι.
- κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο
- φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.
- τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος
- ἔσσετʼ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλʼ αἰνῶς