Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.
- ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς
- υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν·
- ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων
- ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα,
- πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη
- σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο
- πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.
- ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο
- δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν
- Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα
- ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ
- ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.
- ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν,
- εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται
- ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’
- τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν
- Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο
- μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν·
- ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι