Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς
- Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
- ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
- ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν.
- αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο
- καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ
- νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ
- βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
- στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην
- μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.
- ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
- χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
- ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
- ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο
- δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει·
- τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ
- οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς
- ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο.
- δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,
- αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,