Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς
  2. ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν
  3. μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο·
  4. ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶ
  5. ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.
  6. πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν
  7. λαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷ
  8. καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.
  9. πολλοὶ δʼ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,
  10. ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε
  11. βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.
  12. ἔρνεἀ που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,
  13. φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε
  14. κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·
  15. τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει
  16. κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότʼ ἄνακτος
  17. Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι.
  18. ἤιε δʼ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις,
  19. πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.
  20. ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.