Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τόν ῥʼ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις
  2. ἀίξας· αὐτὸς δʼ ὑφʼ ἑὸν σάκος ἕζετο λάθρῃ
  3. θαρσαλέως. Κόλχοι δὲ μέγʼ ἴαχον, ὡς ὅτε πόντος
  4. ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·
  5. τὸν δʼ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο
  6. Αἰήτην. οἱ δʼ ὥστε θοοὶ κύνες ἀμφιθορόντες
  7. ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δʼ ἐπὶ γαῖαν
  8. μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι
  9. ἢ δρύες, ἅς τʼ ἀνέμοιο κατάικες δονέουσιν.
  10. οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ
  11. ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωντοι
  12. μαρμαρυγῇ σκοτίοιο διʼ ἠέρος ἀίξαντα·
  13. τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν,
  14. γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην
  15. ἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε
  16. ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις
  17. ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας,
  18. τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.
  19. ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο,
  20. δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,