Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.
- εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,
- ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.
- ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,
- πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς
- Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,
- ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς
- ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.
- Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν.
- ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι
- πολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι
- Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,
- Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο
- δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.
- ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω,
- ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην,
- κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην
- παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις;
- αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως
- ἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.’