Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.’
- ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα
- θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν
- μυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο
- πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην
- ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς
- δεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς·
- ‘μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι,
- οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος
- μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν
- δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις·
- ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,
- ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,
- ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν
- Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.’
- ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης
- οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·
- ‘καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρ
- σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε
- φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον