Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- θείνωσι σφύρῃσιν, ἐπʼ ἄλλῳ δʼ ἄλλος ἄηται
- δοῦπος ἄδην· ὧς τοῖσι παρήιά τʼ ἀμφοτέρωθεν
- καὶ γένυες κτύπεον· βρυχὴ δʼ ὑπετέλλετʼ ὀδόντων
- ἄσπετος, οὐδʼ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες,
- ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.
- στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων
- ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.
- ἂψ δʼ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω
- φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.
- ἔνθα δʼ ἔπειτʼ Ἄμυκος μὲν ἐπʼ ἀκροτάτοισιν ἀερθείς,
- βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν
- χεῖρʼ ἐπὶ οἷ πελέμιξεν· ὁ δʼ ἀίξαντος ὑπέστη,
- κρᾶτα παρακλίνας, ὤμῳ δʼ ἀνεδέξατο πῆχυν
- τυτθόν· ὁ δʼ ἄγχʼ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμσίβων
- κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δʼ εἴσω
- ῥῆξεν· ὁ δʼ ἀμφʼ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δʼ ἰάχησαν
- ἥρωες Μινύαι· τοῦ δʼ ἀθρόος ἔκχυτο θυμός.
- οὐδʼ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος·
- ἀλλʼ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους
- ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.