Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,
  2. τοὺς ἕλεν ἀπροφάτως· τοῦ δʼ ἀντίος ἤλυθε Κάστωρ
  3. ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δʼ ἱμάντας
  4. ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν.
  5. τῷ δʼ αὖτʼ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν
  6. νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.
  7. οἱ δʼ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,
  8. αὐτίκʼ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας
  9. χεῖρας, ἐπʼ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.
  10. ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης
  11. τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δʼ ὑπὸ τυτθὸν
  12. ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,
  13. ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,
  14. ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετʼ, οὐδέ μιν εἴα
  15. δηθύνειν. ὁ δʼ ἄρʼ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν
  16. ἀίσσοντʼ ἀλέεινεν· ἀπηνέα δʼ αἶψα νοήσας
  17. πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων,
  18. στῆ ῥ̓ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.
  19. ὡς δʼ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις
  20. ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες