Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ὧς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν·
- ‘ὦ τέκος, εὖτʼ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,
- θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει
- ἐξ Αἴης· μετὰ δʼ Αἶαν ἅλις πομπῆες ἔσονται.
- ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν
- Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων.
- καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.’
- ὧς φάτʼ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ
- Θρηικίου Βορέαο κατʼ αἰθέρος ἀίξαντε
- οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δʼ ἀνόρουσαν
- ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.
- Ζήτης δʼ ἱεμένοισιν, ἔτʼ ἄσπετον ἐκ καμάτοιο
- ἆσθμʼ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν
- ἤλασαν, ἠδʼ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι,
- ὅρκιά τʼ εὐμενέουσα θεὰ πόρεν, αἱ δʼ ὑπέδυσαν
- δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.
- γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι
- αὐτός τʼ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε
- Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν·
- ‘ἦ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης