Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἔνθα δʼ ἐπʼ ἠπείροιο Κυταιίδος, ἠδʼ Ἀμαραντῶν
- τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο
- Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει.
- κείνου νῆʼ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο
- πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,
- ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπʼ ἄκρης
- πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,
- ἀμφὶς ὀπιπεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ,
- οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.’
- ὧς ἄρʼ ἔφη· τοὺς δʼ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
- δὴν δʼ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δʼ ἔειπεν
- ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι·
- ‘ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατʼ ἀέθλων
- ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας
- πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις
- τάσδʼ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω
- ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην.
- πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
- νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; αἶα δὲ Κολχὶς
- Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν.’