Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν
- ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες,
- εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν
- Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·
- ‘δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει
- ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν
- κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν
- ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
- οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν
- ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας
- αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
- ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις
- Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον
- παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.’
- ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη
- ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·
- ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
- σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν.
- ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
- πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν