Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.’
  2. ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσω
  3. βῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι
  4. μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων
  5. ἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις
  6. ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι,
  7. μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν,
  8. τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια·
  9. καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον
  10. ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν
  11. Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις
  12. ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος.
  13. ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο
  14. Αἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος,
  15. Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο
  16. αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.
  17. αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει
  18. καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλων
  19. ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν
  20. Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο.