Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται
  2. βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν
  3. θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν.
  4. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·
  5. ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη,
  6. ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.’
  7. ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο
  8. λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ,
  9. γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν,
  10. βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι.
  11. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο
  12. ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις.
  13. στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν
  14. ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν·
  15. ‘δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ,
  16. πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.
  17. ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο,
  18. αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος
  19. δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται;
  20. ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει.