Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι
- ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο,
- σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων
- ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος
- δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη·
- ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,
- ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς
- ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους
- Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;
- ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας
- ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ
- πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο.
- Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι
- εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.
- καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο,
- αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν·
- ‘Ὦφιλαι, εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν
- ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,
- ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων
- μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες