Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη
  2. Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν,
  3. ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι,
  4. ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης.
  5. τοῖσιν δʼ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπι κνέφας οὖρος
  6. πάγχυ μάλʼ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός.
  7. αὐτὰρ ἅμʼ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος
  8. εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.
  9. ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν
  10. νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι.
  11. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας
  12. ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν
  13. τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν
  14. Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν
  15. Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν.
  16. ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι.
  17. οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας
  18. ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω
  19. μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.
  20. οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς