Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας
- αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη,
- φαίνετο δʼ εἰναλίη Σκίαθος, φαίνοντο δʼ ἄπωθεν
- Πειρεσιαὶ Μάγνησά θʼ ὑπεύδιος ἠπείροιο
- ἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθʼ ἄρα τοίγε
- ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν,
- καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων
- κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δʼ ἀκταῖς
- ἤματʼ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν
- νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος.
- τὴν δʼ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.
- ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν.
- ἀκτήν τʼ αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες.
- ἠῶθεν δʼ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες
- πόντῳ κεκλιμένην παρεμέτρεον· οὐδʼ ἔτι δηρὸν
- μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα.
- κεῖθεν δʼ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας
- Ὄσσης Οὐλύμποιό τʼ ἐσέδρακον· αὐτὰρ ἔπειτα
- κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην,
- ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες.