Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,
- ἀλλʼ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ
- ἀμφʼ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.’
- ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο.
- τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι
- μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο
- Εἰλατίδης Πολύφημος· ὁ δʼ Εὐρυσθῆος ἀέθλους
- αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν
- Μυσίδʼ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ
- ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον, ἠὲ θανόντος.
- τοῖο δὲ ῥύσιʼ ὄπασσαν ἀποκρίναντες ἀρίστους
- υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο,
- μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο.
- τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί,
- κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται
- Τρηχῖνος. δὴ γάρ ῥα κατʼ αὐτόθι νάσσατο παῖδας,
- οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.
- Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ
- λάβρος ἐπιπνείων· ἀτὰρ οὐδʼ ἐπὶ τυτθὸν ἄητο
- ἠοῦς τελλομένης, οἱ δὲ χθονὸς εἰσανέχουσαν