Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο
- πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα
- μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ.
- αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη
- ὃν πόσιν, οἷό περ οὕνεκʼ ἀποπλαγχθέντες ἔλειφθεν.’
- ἦ, καὶ κῦμʼ ἀλίαστον ἐφέσσατο νειόθι δύψας·
- ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ
- πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα.
- γήθησαν δʼ ἥρωες· ὁ δʼ ἐσσυμένως ἐβεβήκει
- Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ
- ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε·
- ‘Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν
- εἴ τί περ ἀασάμην· πέρι γάρ μʼ ἄχος εἷλεν ἐνισπεῖν
- μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλʼ ἀνέμοισιν
- δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.’
- τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν·
- ‘ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ,
- φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην
- ἔμμεναι. ἀλλʼ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω,
- πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων,