Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀνταίη δαίμων· τὰ δʼ ἐοικότα σήματʼ ἔγεντο.
- δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν
- αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης.
- θῆρες δʼ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες
- οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλο
- θῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν
- Δίνδυμον· ἀλλά σφιν τότʼ ἀνέβραχε διψάδος αὔτως
- ἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δʼ ἐνέπουσιν
- κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω.
- καὶ τότε μὲν δαῖτʼ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων,
- μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠὼ
- ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν.
- ἔνθʼ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν,
- ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ
- νήνεμος ἐστόρεσεν δίνας, κατὰ δʼ εὔνασε πόντον.
- οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ
- νῆα βίῃ· ?? δʼ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν
- οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι.
- ἔμπης δʼ ἐγρομένοιο σάλου ζαχρηεσιν αὔραις,
- αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται,