Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν,
- αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται.
- βωμὸν δʼ αὖ χέραδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις
- στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο
- μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες,
- ἐνναέτιν Φρυγίης, Τιτίην θʼ ἅμα Κύλληνόν τε,
- οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι
- μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν
- δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη
- Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν
- δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν.
- πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας
- Λἰσονίδης γουνάζετʼ ἐπιλλείβων ἱεροῖσιν
- αἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ
- σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο,
- καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ
- δύσφημος πλάζοιτο διʼ ἠέρος, ἣν ἔτι λαοὶ
- κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ
- ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται.
- ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς