Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο
- ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ἄκαστος
- Μόψος τʼ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο.
- ἡ δʼ ἄρʼ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο
- πωτᾶτʼ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα
- λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος
- ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.
- καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δʼ ὕπερθεν
- νηίου ἀφλάστοιο μετήορος ἀίξασα.
- τὸν δʼ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν.
- κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τʼ ἔειπεν·
- ‘Αἰσονίδη, χρειώ σε τόδʼ ἱερὸν εἰσανιόντα
- Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι
- μητέρα συμπάντων μακάρων· λήξουσι δʼ ἄελλαι
- ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα
- ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν
- σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται.
- ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν
- πᾶσα πεπείρανται νιφόεν θʼ ἕδος Οὐλύμποιο·
- καί οἱ, ὅτʼ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ,