Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἣ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθʼ ἔτι νῦν περ
- ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι.
- οὐδὲ μὲν οὐδʼ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο
- οὗ πόσιος μετόπισθε· κακῷ δʼ ἐπὶ κύντερον ἄλλο
- ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ
- νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο·
- καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε,
- πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν
- Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης.
- αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν
- ἀνδράσι τʼ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν
- ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδʼ ἐπὶ δηρὸν
- ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο·
- ἀλλʼ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες.
- ἔνθʼ ἔτι νῦν, εὖτʼ ἄν σφιν ἐτήσια χύτλα χέωνται
- Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶ
- πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν.
- ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι
- ἤμαθʼ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι
- ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δʼ ἐνὶ νυκτὶ